Ύμνος προς την Αφροδίτη
Fragmenta, s. VII a. C.
Ποικιλόθρον᾽ ἀθάνατ᾽ Ἀφρόδιτα,παῖ Διός, δολόπλοκε, λίσσομαί σεμή μ᾽ ἄσαισι μηδ᾽ ὀνίαισι δάμνα,πότνια, θῦμον·
ἀλλά τυῖδ᾽ ἔλθ᾽, αἴ ποτα κἀτέρωτατᾶς ἔμας αὔδως ἀίοισα πήλυιἔκλυες, πάτρος δὲ δόμον λίποισαχρύσιον ἦλθες
ἄρμ᾽ ὐπαζεύξαισα, κάλοι δέ σ᾽ ἆγονὤκεες στροῦθοι περὶ γᾶς μελαίναςπύκνα δίννεντες πτέρ’ ἀπ᾽ ὠράνω͜ αἴθε-ρος διὰ μέσσω.
αἶψα δ᾽ ἐξίκοντο, τὺ δ᾽, ὦ μάκαιραμει διάσαισ᾽ ἀθανάτῳ προσώπῳ,ἤρε’ ὄττι δηὖτε πέπονθα κὤττιδηὖτε κάλημι,
κὤττι ἔμῳ μάλιστα θέλω γένεσθαιμαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθωμαῖς ἄγην ἐς σὰν φιλότατα; τίς σ’, ὦΨάπφ᾽, ἀδικήει;
καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει,αἰ δὲ μὴ φίλει, ταχέως φιλήσεικωὐκ ἐθέλοισα.
ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσονἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαιθῦμος ἰμμέρρει, τέλεσον· σὺ δ’ αὔτασύμμαχος ἔσσο.