Φαίνεταί μοι κῆνος

s. VII a. C.

Φαίνεταί μοι κῆνος ἴσος θέοισινἔμμεν᾽ ὤνηρ, ὄττις ἐνάντιός τοιἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-σας ὐπακούεικαὶ γελαίσας ἰμέροεν. τό μ᾽ ἦ μάνκαρδίαν ἐν στήθεσιν ἐπτόαισεν.ὢς γὰρ ἔς σ᾽ ἴδω βρόχε᾽, ὤς με φώνη-σ᾽ οὖδεν ἔτ᾽ εἴκει,ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέπτονδ᾽ αὔτικα χρῶι πῦρ ὐπαδεδρόμακεν,ὀππάτεσσι δ᾽ οὖδεν ὄρημμ᾽, ἐπιρρόμ-βεισι δ᾽ ἄκουαι,ἀ δέ μ᾽ ἴδρως κακχέεται, τρόμος δέπαῖσαν ἄγρει, χλωροτέρα δὲ ποίαςἔμμι, τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύηςφαίνομ᾽ ἔμ᾽ αὔται·ἀλλὰ πᾶν τόλματον, ἐπεὶ καὶ πένητα

Fragment 31 (the 'Ode to Anactoria'), by Sappho; text from H. T. Wharton's edition (1895), via the Greek Wikisource transcription. The final line, corrupt in the source, is left incomplete.

Public domainThis poem is in the public domain. You may read it, copy it, recite it and publish it without asking anyone.